ΕΥΑΓΓΕΛΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ-ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Α΄ΩΡΑΣ
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 27: 1-56
Τῷ καιρῷ ἐκείνῳ, πρωΐας γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾿Ιησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν, ἀπήγαγον, καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ, τῷ ἡγεμόνι. Τότε ἰδὼν ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς, ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς Ἀρχιερεῦσι καὶ τοῖς Πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶ ἀπελθὼν, ἀπήγξατο. Οἱ δὲ Ἀρχιερεῖς, λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ Κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» ῾Ο δὲ ᾿Ιησοῦς ἔστη ἔμπροσθεν τοῦ Ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ Ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν Ἀρχιερέων καὶ τῶν Πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε θαυμάζειν τὸν Ἡγεμόνα λίαν. Κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ Ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν, ἢ ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; ᾔδει γὰρ, ὅτι διὰ φθόνον, παρέδωκαν αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίω ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν. Οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς δὲ ὁ Ἡγεμὼν, εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω ᾿Ιησοῦν, τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. Ὁ δὲ Ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες· Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλᾶτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς, εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ στρατιῶται τοῦ Ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ Πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. ᾿Εξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν, ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅς ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· καὶ καθήμενοι, ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾿Ιησοῦς ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ Σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ Ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν Γραμματέων καὶ Πρεσβυτέρων, καὶ Φαρισαίων, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Βασιλεὺς ᾿Ισραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ Σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ· Πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός. Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συσταυρωθέντες αὐτῷ, ὠνείδιζον αὐτόν. ᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν, ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλὶ, Ἠλί, λαμὰ σαβαχθανί, τοῦτ᾿ ἔστι, Θεέ μου, Θεέ μου, ἱνα τί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες, ἔλεγον· ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες, ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς, πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ, τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν Πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. ῾Ο δὲ Ἑκατόνταρχος, καὶ οἱ μετ᾿ αὐτοῦ, τηροῦντες τὸν ᾿Ιησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. ῏Ησαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ, ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ᾿Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν Υἱῶν Ζεβεδαίου.
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Γ΄ΩΡΑΣ
Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 15: 16-41
Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται ἀπήγαγον τὸν ᾿Ιησοῦν ἔσω τῆς αὐλῆς, ὅ ἐστι Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν· καὶ ἐνδύουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν καὶ λέγειν· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων. Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια, καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν. Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ, τὸν πατέρα ᾿Αλεξάνδρου καὶ Ρούφου, ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον, Κρανίου τόπος. Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε. Καὶ σταυρώσαντες αὐτὸν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτὰ, τίς τί ἄρῃ. Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν ᾿Ιουδαίων. Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. Καὶ ἐπληρώθη ἡ Γραφὴ, ἡ λέγουσα· «Καὶ μετὰ ἀνόμων ἐλογίσθη». Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Οὐά, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτὸν, καὶ κατάβα ἀπὸ τοῦ Σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ Ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους, μετὰ τῶν Γραμματέων, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ὁ Χριστὸς, ὁ Βασιλεὺς τοῦ ᾿Ισραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ Σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ, λέγων· ᾿Ελωῒ, ᾿Ελωῒ λαμὰ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον· Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον· Ἰδού, ᾿Ηλίαν φωνεῖ. Δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτὸν, λέγων· Ἄφετε ἴδωμεν, εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω. ᾿Ιδὼν δὲ ὁ Κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ. ῏Ησαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ, καὶ Σαλώμη, αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΣΤ΄ΩΡΑΣ
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 23: 32-49
Τῷ καιρῷ ἐκείνῳ, ἤγοντο σὺν τῷ ᾿Ιησοῦ καὶ ἕτεροι δύο κακοῦργοι, σὺν αὐτῷ ἀναιρεθῆναι. Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν, καὶ τοὺς κακούργους· ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. Ὁ δὲ ᾿Ιησοῦς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλλον κλῆρον. Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν· ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς, λέγοντες· ἄλλους ἔσωσε, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ὁ τοῦ Θεοῦ ἐκλεκτός. Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, καὶ ὄξος προσφέροντες αὐτῷ, καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων, σῶσον σεαυτόν. ῏Ην δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ, γράμμασιν ῾Ελληνικοῖς καὶ ῾Ρωμαῑκοῖς καὶ ῾Εβραῑκοῖς· Οὗτός ἐστι ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων. Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ἕτερος ἐπετίμα αὐτῷ, λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε τῷ ᾿Ιησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω σοι· σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. ῏Ην δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν, ἕως ὥρας ἐνάτης, καὶ ἐσκοτίσθη ὁ ἡλίος, καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ᾿Ιησοῦς, εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. Καὶ ταῦτα εἰπὼν, ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ Ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν, λέγων· ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ Θ΄ΩΡΑΣ
Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 19: 23-37
Τῷ καιρῷ ἐκείνῳ, ὅτε ἐσταύρωσαν τὸν ᾿Ιησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ὁ χιτὼν ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι᾿ ὅλου. Εἶπον οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα·«Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.»Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἱστήκεισαν δὲ παρὰ τῷ Σταυρῷ τοῦ ᾿Ιησοῦ, ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν Μητέρα, καὶ τὸν Μαθητὴν παρεστῶτα, ὃν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφή, λέγει· Διψῶ. Σκεῦος οὖν ἔκειτο ὄξους μεστόν· οἱ δὲ, πλήσαντες σπόγγον ὄξους, καὶ ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ ᾿Ιησοῦς, εἶπε· Τετέλεσται· καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκε τὸ πνεῦμα. Οἱ οὖν ᾿Ιουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ Σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν ᾿Ιησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ· κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἐκ τοῦ κατά Ματθαῖον.
Ματθ. 27: 1-38, Λουκ. 23: 39-43, Ματθ. 27: 39-54,
Ἰωάν. 19: 31-37, Ματθ. 27: 55-61
Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἔλαβον πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ ᾿Ιησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν, ἀπήγαγον, καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ, τῷ ἡγεμόνι. Τότε ἰδὼν ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς, ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς Ἀρχιερεῦσι καὶ τοῖς Πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶ ἀπελθὼν, ἀπήγξατο. Οἱ δὲ Ἀρχιερεῖς, λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ Κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» ῾Ο δὲ ᾿Ιησοῦς ἔστη ἔμπροσθεν τοῦ Ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ Ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων; ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν Ἀρχιερέων καὶ τῶν Πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε θαυμάζειν τὸν Ἡγεμόνα λίαν. Κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ Ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν. Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν, ἢ ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; ᾔδει γὰρ, ὅτι διὰ φθόνον, παρέδωκαν αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίω ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν. Οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς δὲ ὁ Ἡγεμὼν, εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω ᾿Ιησοῦν, τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω. Ὁ δὲ Ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες· Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλᾶτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς, εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ στρατιῶται τοῦ Ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ Πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι. ᾿Εξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν, ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅς ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Προφήτου· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»· καὶ καθήμενοι, ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾿Ιησοῦς ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν, λέγων· Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ἕτερος ἐπετίμα αὐτῷ, λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε τῷ ᾿Ιησοῦ· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω σοι· σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ Σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ Ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν Γραμματέων καὶ Πρεσβυτέρων, καὶ Φαρισαίων, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ Βασιλεὺς ᾿Ισραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ Σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ· Πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός. Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συσταυρωθέντες αὐτῷ, ὠνείδιζον αὐτόν. ᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν, ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλὶ, Ἠλί, λαμὰ σαβαχθανί, τοῦτ᾿ ἔστι, Θεέ μου, Θεέ μου, ἱνα τί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες, ἔλεγον· ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες, ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς, πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ, τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν Πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. ῾Ο δὲ Ἑκατόνταρχος, καὶ οἱ μετ᾿ αὐτοῦ, τηροῦντες τὸν ᾿Ιησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Οἱ οὖν ᾿Ιουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ Σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ Παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον, ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν ᾿Ιησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ· κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. ῏Ησαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ᾿Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν Υἱῶν Ζεβεδαίου. ᾿Οψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ ᾿Αριμαθαίας, τοὔνομα ᾿Ιωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ ᾿Ιησοῦ· Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ ᾿Ιωσὴφ, ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν. ῏Ην δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
Σχόλια Facebook